ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Τρίτη 23 Φεβρουαρίου 2021

Ο ΑΓΙΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΔΑΜΙΑΝΟΣ

 23 Φεβρουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Πέτρ. β΄ 9-22

     9 Οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν, 10 μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίᾳ μιασμοῦ πορευομένους καὶ κυριότητος καταφρονοῦντας. τολμηταί, αὐθάδεις! δόξας οὐ τρέμουσι βλασφημοῦντες, 11 ὅπου ἄγγελοι, ἰσχύϊ καὶ δυνάμει μείζονες ὄντες, οὐ φέρουσι κατ᾿ αὐτῶν παρὰ Κυρίῳ βλάσφημον κρίσιν. 12 οὗτοι δέ, ὡς ἄλογα ζῷα φυσικὰ γεγεννημένα εἰς ἅλωσιν καὶ φθοράν, ἐν οἷς ἀγνοοῦσι βλασφημοῦντες, ἐν τῇ φθορᾷ αὐτῶν καταφθαρήσονται, 13 κομιούμενοι μισθὸν ἀδικίας, ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφήν, σπίλοι καὶ μῶμοι, ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν, συνευωχούμενοι ὑμῖν, 14 ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας, δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίας ἔχοντες, κατάρας τέκνα!

 15 καταλιπόντες εὐθεῖαν ὁδὸν ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσόρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν. 16 ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον ἐκώλυσε τὴν τοῦ προφήτου παραφρονίαν. 17 οὗτοί εἰσι πηγαὶ ἄνυδροι, νεφέλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. 18 ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις τοὺς ὄντως ἀποφυγόντας τοὺς ἐν πλάνῃ ἀναστρεφομένους, 19 ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται. 20 εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν ἐπιγνώσει τοῦ Κυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. 21 κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνοῦσιν ἐπιστρέψαι ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. 22 συμβέβηκε δὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα, καί, ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μάρκ. ιγ΄ 14-23

     14 Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου ἑστὼς ὅπου οὐ δεῖ -ὁ ἀναγινώσκων νοείτω- τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, 15 ὁ δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν μηδὲ εἰσελθέτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ, 16 καὶ ὁ εἰς τὸν ἀγρὸν ὢν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. 17 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 18 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος. 19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις, οἵα οὐ γέγονε τοιαύτη ἀπ᾿ ἀρχῆς κτίσεως ἧς ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται. 20 καὶ εἰ μὴ ἐκολόβωσε Κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσε τὰς ἡμέρας. 21 καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστός, ἰδοὺ ἐκεῖ, μὴ πιστεύετε. 22 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς. 23 ὑμεῖς δὲ βλέπετε· ἰδοὺ προείρηκα ὑμῖν ἅπαντα.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΔΑΜΙΑΝΟΣ

     Στίς 23 Φεβρουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ νέου ὁσιομάρτυρος Δαμιανοῦ. Ὁ ἅγιος Δαμιανός γεννήθηκε ἀπό γονεῖς εὐσεβεῖς, στήν περιοχή Ἀγράφων καί ἀπό νέος πόθησε τήν μοναχική πολιτεία. Πῆγε στό Ἅγιο Ὄρος ὅπου ἐκάρη μοναχός στήν Μονή Φιλοθέου, κατόπιν ἀναχώρησε γιά τήν ἡσυχία καί παρέμεινε τρία χρόνια ἐξασκώντας τίς ἀρετές. Κάποια στιγμή, μετά ἀπό θεία προσταγή, πῆγε στά ὄρη τοῦ Ὀλύμπου, ὅπου κήρυττε τόν θεῖο λόγο στούς χριστιανούς καί τούς παρακινοῦσε νά μετανοήσουν καί νά ἀπέχουν ἀπό τίς ἀδικίες. Ὁ διάβολος ὅμως παρακίνησε κάποιους ἀσεβεῖς νά τόν διώξουν καί ἔτσι πῆγε στόν Κίσσαβο τῆς Λάρισας καί μετά στά ὑψηλά μέρη τῶν Ἀγράφων, ὅπου συνέχιζε νά διδάσκη. Κατόπιν γύρισε στόν Κίσσαβο, ὅπου ἔφτιαξε μοναστήρι μαζί μέ ἄλλους μοναχούς καί ὠφελοῦσαν πολύ τούς χριστιανούς. Κάποτε συνελήφθηκε ἀπό τούς Τούρκους καί παραδόθηκε στόν ἄρχοντα τῆς Λάρισας μέ τήν κατηγορία ὅτι ἐμπόδιζε τούς χριστιανούς νά πωλοῦν τίς Κυριακές, τηροῦντες τήν Κυριακή ἀργία. Ἔτσι, ἀφοῦ τόν βασάνισαν σκληρά, τοῦ ἔβαλαν ἁλυσίδες στά πόδια καί στόν λαιμό καί τόν φυλάκισαν. Δεκαπέντε ἡμέρες τόν τυραννοῦσαν καί τόν παρακινοῦσαν νά ἀρνηθῆ τόν Κύριο, ὁ ἅγιος Δαμιανός ὅμως ἔμενε ἀκλόνητος στήν πίστη του καί μέ πολλή παρρησία κήρυττε τόν Χριστό Θεό ἀληθινό. Γιά αὐτό οἱ Ἀγαρηνοί θύμωσαν καί τόν κρέμασαν, ἐπειδή ὅμως ἕνας τοῦρκος τόν κτύπησε στό κεφάλι, τό σχοινί πού ἦταν δεμένος κόπηκε καί ἔπεσε μισοπεθαμένος στήν γῆ. Τότε τόν ἔρριξαν στήν φωτιά καί τήν στάχτη του τήν πέταξαν στήν ποταμό Πηνειό. Ἔτσι ὁ μακάριος Δαμιανός ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου τό ἔτος 1568 καί ἀξιώθηκε τῆς οὐρανίου μακαριότητας.