ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Παρασκευή 29 Ιανουαρίου 2021

ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ ΤΟΥ ΑΓΙΟΥ ΙΓΝΑΤΙΟΥ ΤΟΥ ΘΕΟΦΟΡΟΥ

29 Ἰανουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. θ΄ 6-11

      6 Τοῦτο δέ, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ᾿ εὐλογίαις ἐπ᾿ εὐλογίαις καὶ θερίσει. 7 ἕκαστος καθὼς προαιρεῖται τῇ καρδία, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. 8 δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν, 9 καθὼς γέγραπται· ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν. ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. 10 ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι καὶ πληθύναι τὸν σπόρον ὑμῶν καὶ αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν· 11 ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾿ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. θ΄ 9-13

    9 Παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. 10 Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. 11 καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὐτοῦ· διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; 12 ὁ δὲ Ἰησοῦς ἀκούσας εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν οἰ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες. 13 πορευθέντες δὲ μάθετε τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν. οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ ΤΟΥ ΑΓΙΟΥ ΙΓΝΑΤΙΟΥ ΤΟΥ ΘΕΟΦΟΡΟΥ

    Στίς 29 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν ἀνακομιδή τῶν λειψάνων τοῦ ἁγίου ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου. Ὁ ἅγιος Ἰγνάτιος ἦταν διάδοχος τῶν ἁγίων Ἀποστόλων καί δεύτερος ἐπίσκοπος τῆς πόλης τῆς Ἀντιόχειας. Ἡ Παράδοση τῆς Ἐκκλησίας μας ἀναφέρει ὅτι ὁ ἅγιος Ἰγνάτιος ἦταν τό νήπιο, τό ὁποῖο ὁ Κύριος, ἀφοῦ τό ἐναγκάλισε, εἶπε «Ὅστις ταπεινώσῃ ἑαυτόν ὡς τό παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν». Ὁ μακάριος Ἰγνάτιος μαθήτευσε μαζί μέ τόν ἅγιο Πολύκαρπο, τόν ἐπίσκοπο Σμύρνης κοντά στόν ἀπόστολο Ἰωάννη τόν Θεολόγο. Ἐπί βασιλείας Τραϊανοῦ, τό 113 συνελήφθηκε στήν Ἀντιόχεια γιά τήν πίστη τοῦ Χριστοῦ καί βασανίσθηκε φρικτά· κατόπιν ἐστάλη στήν Ρώμη. Δεμένος, ὅπως γράφει ὁ ἴδιος, μέ δέκα ἄγριους στρατιῶτες διέσχισε τήν Μικρά Ἀσία καί τήν Ἑλλάδα καί στόν δρόμο νουθετοῦσε καί εὐαγγέλιζε μέ τόν λόγο τοῦ Θεοῦ τούς χριστιανούς τῶν περιοχῶν ἐκείνων. Ὅταν ἦλθε στήν Ρώμη ὁδηγήθηκε στό Ἀμφιθέατρο ὅπου καί κατασπαράχθηκε ἀπό τά λιοντάρια, ὅπως ἐπιθυμοῦσε καί ὁ ἴδιος γιά τήν ἀγάπη τοῦ Κυρίου, «ἵνα γίνῃ ἄρτος γλυκύς καί καθαρός εἰς τόν Θεόν». Τά δέ ἅγια λείψανά του, ἀφοῦ τά συνέλεξαν οἱ χριστιανοί τῆς Ρώμης τά ἀπέστειλαν στήν Ἀντιόχεια, ὅπου οἱ ἀντιοχειανεῖς χριστιανοί τά ἀποθησαύρισαν μέ μεγάλη τιμή καί εὐλάβεια. Ἔτσι κατά τήν σημερινή ἡμέρα ἡ Ἐκκλησία ἑορτάζει τήν ἀνακομιδή τῶν τιμίων λειψάνων τοῦ ἁγίου Ἰγνατίου ἀπό τήν Ρώμη στήν Ἀντιόχεια.

Τὸ ἀπολυτίκιο τοῦ Ἁγίου ἀναφέρει:
«Ὡς θησαυρὸν πλουτοποιὸν δωρημάτων, τὴν τῶν Λειψάνων σου μυρίπνοον θήκην, τῇ ποίμνῃ σου μετήγαγον ἐκ Ρώμης εὐσεβῶς· ἧσπερ τὴν ἐπάνοδον, ἑορτάζοντες πόθῳ, χάριν ἀρυόμεθα, πολλαπλῶν ἰαμάτων, τοὺς σοὺς ἀγῶνας μέλποντες ἀεί, Ἱερομάρτυς Ἰγνάτιε ἔνδοξε».