ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Παρασκευή 1 Ιανουαρίου 2021

Η ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

1 Ιανουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Κλσ. β’ 8-12

     8 Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· 9 ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, 10 καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, 11 ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, 12 συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ τῶν νεκρῶν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. β’ 20-21, 40-52

      20 Ὑπέστρεψαν οἱ ποιμένες δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον καθὼς ἐλαλήθη πρὸς αὐτούς. 21 Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλληφθῆναι αὐτὸν ἐν τῇ κοιλία.
40 Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι πληρούμενον σοφίας, καὶ χάρις Θεοῦ ἦν ἐπ᾿ αὐτό. 41 Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾿ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. 42 καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς 43 καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰησοῦς ὁ παῖς ἐν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνω Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ. 44 νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδείᾳ εἶναι ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς· 45 καὶ μὴ εὑρόντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ζητοῦντες αὐτόν. 46 καὶ ἐγένετο μεθ᾿ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· 47 ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. 48 καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε· τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. 49 καὶ εἶπε πρὸς αὐτούς· τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; 50 καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. 51 καὶ κατέβη μετ᾿ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς. 52 Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΠΕΡΙΤΟΜΗ ΤΟΥ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

      Τήν πρώτη Ἰανουαρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν περιτομή τοῦ Χριστοῦ, τήν ὁποία καταδέχτηκε νά λάβει φιλανθρώπως, σύμφωνα μέ τήν προσταγή τοῦ Παλαιοῦ Νόμου, «ἵνα ἀντί τῆς χειροποιήτου καί σαρκικῆς περιτομῆς ἀντεισάξῃ εἰς ἡμᾶς τήν ἀχειροποίητον και πνευματικήν περιτομήν, τό ἅγιον Βάπτισμα».
Ὁ Συναξαριστής ἀναφέρει ὅτι ὁ Χριστός ἔλαβε τήν περιτομή γιά δύο λόγους: «Πρῶτον μέν, διότι ἠθέλησε νά ἐμφράξῃ τά στόματα τῶν αἱρετικῶν, οἵτινες ἐτόλμησαν νά εἴπωσιν, ὅτι δέν ἔλαβεν ὁ Κύριος σάρκα ἀληθινήν, ἀλλά κατά φαντασίαν, διότι πῶς ἤθελε περιτμηθῇ, ἐάν δέν ἐλάμβανε σάρκα ἀληθινήν; Καί δεύτερον, ἵνα ἐπιστομίσῃ τούς Ἰουδαίους, οἵτινες κατηγόρουν τόν Κύριον, ὅτι παραβαίνει τόν Νόμον, ψευδῶς συκοφαντοῦντες αὐτόν, διότι ὁ Κύριος ἐφύλαττε τόν Νόμον ἕως καί εἰς αὐτήν τήν περιτομήν».
Τὸ ἀπολυτίκιο τῆς ἑορτῆς ἀναφέρει:
«Μορφήν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεός ὤν κατ᾽ οὐσίαν πολυεύσπλαγχνε Κύριε• καί νόμον ἐκπληρῶν περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ἵνα παύσῃς τά σκιώδη, καί περιέλῃς τό κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ. Δόξα τῇ εὐσπλαγχνίᾳ σου. Δόξα τῇ ἀνεκφράστῳ, Λόγε, συγκαταβάσει σου».
Πρωτ. Δ.Δ.Τ.