ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Σάββατο 30 Ιανουαρίου 2021

ΟΙ ΤΡΕΙΣ ΙΕΡΑΡΧΑΙ ΒΑΣΙΛΕΙΟΣ Ο ΜΕΓΑΣ, ΓΡΗΓΟΡΙΟΣ Ο ΘΕΟΛΟΓΟΣ ΚΑΙ ΙΩΑΝΝΗΣ Ο ΧΡΥΣΟΣΤΟΜΟΣ

 30 Ἰανουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. ιγ΄ 7-16

     7 Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. 8 Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. 9 διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες. 10 ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες· 11 ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ Ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς· 12 διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθε. 13 τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες· 14 οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν. 15 δι᾿ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τοῦτ᾿ ἔστι καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. 16 τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ε΄ 14-19

     14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· 15 οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. 16 οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. 17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. 18 ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. 19 ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

 

  ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΤΡΕΙΣ ΙΕΡΑΡΧΑΙ
ΒΑΣΙΛΕΙΟΣ Ο ΜΕΓΑΣ, ΓΡΗΓΟΡΙΟΣ Ο ΘΕΟΛΟΓΟΣ ΚΑΙ ΙΩΑΝΝΗΣ Ο ΧΡΥΣΟΣΤΟΜΟΣ

Στὶς 30 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῶν Τριῶν Ἱεραρχῶν ἀπὸ κοινοῦ. Ὁ Συναξαριστὴς σημειώνει σχετικά: «Διὰ νὰ καταπαύσουν αἱ μεταξὺ πολλῶν χριστιανῶν φιλονικεῖαι περὶ τοῦ ποῖος ἀπὸ τοὺς τρεῖς ἱεράρχας ἦτο ἀνώτερος καὶ λαμπρότερος, εἰσήχθη ἡ κοινή των αὕτη ἑορτὴ κατὰ τὰ τέλη τοῦ ἑνδεκάτου αἰῶνος». «Τὸ ἠθικὸν καὶ πνευματικὸν τάλαντον τοῦ καθενός των δὲν ἦτο βέβαια ἐντελῶς τὸ ἴδιον. Φιλοσοφικώτερος καὶ χαριέστατος ἦτο εἰς τὸν λόγον ὁ Βασίλειος· θεολογικώτερος καὶ ἀνθηρότερος ὁ Γρηγόριος καὶ εὐγλωττότερος δὲ καὶ φλογερώτερος ὁ Χρυσόστομος. Καὶ ἀλύγιστος μὲν εἰς τὴν ἄμυναν ὁ πρῶτος· ὁμοιότερος πρὸς τὴν θάλασσαν ὁ δεύτερος, ὡς ἄλλοτε μὲν φερόμενος πρὸς τοὺς θορύβους καὶ τοὺς σάλους καὶ ἄλλοτε ἐγκαταλείπων τὰ πάντα διὰ νὰ ζητήσῃ τὴν ἡσυχίαν καὶ τὴν γαλήνην· στρατηλάτης δὲ τολμηρότατος καὶ μεγαλοπράγμων ὁ τρίτος».
Οἱ Τρεῖς Ἱεράρχες θεωροῦνται οἱ προστάτες τῆς παιδείας.
Ἀπολυτίκιον:
Τούς τρεῖς μεγίστους φωστῆρας τῆς Τρισηλίου θεότητος, τούς τήν οἰκουμένην ἀκτῖσι δογμάτων θείων πυρσεύσαντας, τούς μελιῤῥύτους ποταμούς τῆς σοφίας, τούς τήν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας, Βασίλειον τόν μέγαν, καί τόν Θεολόγον Γρηγόριον, σύν τῷ κλεινῷ Ἰωάννη, τῷ τήν γλῶτταν χρυσοῤῥήμονι, πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν· αὐτοί γάρ τῇ Τριάδι, ὑπέρ ὑμῶν ἀεί πρεσβεύουσιν.
Τὸ κοντάκιο τῶν Ἁγίων ἀναφέρει:
«Τοὺς ἱεροὺς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν διδασκάλων, Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀ γαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν κάματον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος δοξάζων τοὺς Ἁγίους σου».
Πρωτ. Δ.Δ.Τ.