ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Δευτέρα 30 Νοεμβρίου 2020

Ο ΑΠΟΣΤΟΛΟΣ ΑΝΔΡΕΑΣ Ο ΠΡΩΤΟΚΛΗΤΟΣ

 
30 Νοεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α’ Κορ. δ’ 9-16

     Δοκῶ γάρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

  

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. α’ 35-52

     Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· τί ζητεῖτε; οἱ δὲ εἶπον αὐτῷ· ῥαββί· ὃ λέγεται ἑρμηνευόμενον διδάσκαλε· ποῦ μένεις; λέγει αὐτοῖς· ἔρχεσθε καὶ ἴδετε. ἦλθον οὖν καὶ εἶδον ποῦ μένει καὶ παρ᾿ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ. εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν τὸν Μεσσίαν· ὅ ἐστι μεθερμηνευόμενον Χριστός· καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπε· σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε. εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστι. λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει. καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΠΟΣΤΟΛΟΣ ΑΝΔΡΕΑΣ Ο ΠΡΩΤΟΚΛΗΤΟΣ

      Στίς 30 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὸν Ἀπόστολο Ἀνδρέα. Ὁ Ἀπόστολος Ἀνδρέας καταγόταν ἀπὸ τὴν Βηθσαϊδὰ καὶ προτοῦ γίνει μαθητὴς τοῦ Κυρίου ἦταν μαθητὴς τοῦ Τιμίου Προδρόμου. Ὀνομάστηκε πρωτόκλητος, διότι αὐτὸν κάλεσε πρῶτον ὁ Κύριος, γιὰ νὰ τὸν ἀκολουθήση. Μετὰ τὴν Ἀνάληψη τοῦ Κυρίου κληρώθηκε γιὰ νὰ κηρύξη τὸ Εὐαγγέλιο στὴν Βιθυνία, στὴ Μαύρη θάλασσα, στὸ Πόντο, στὰ μέρη τῆς Προποντίδας, στὴ Χαλκηδόνα, στὸ Βυζάντιο, στὴ Θράκη, στὴ Μακεδονία, στὰ μέρη ποὺ ἐκτείνονται μέχρι τὸν Δούναβη ποταμό, στὴ Θεσσαλία καὶ στὴν Ἑλλάδα μέχρι τὴν Ἀχαΐα. Ὅλες τὶς ἐπαρχίες διῆλθε ὁ Ἀπόστολος κηρύσσοντας τὸ Εὐαγγέλιο μὲ πολλὲς δυσκολίες, ἀλλὰ μὲ τὴν βοήθεια καὶ τὴν δύναμη τοῦ Θεοῦ κατάφερνε νὰ σπέρνη τὸν λόγο τοῦ Εὐαγγέλιου. Εὑρισκόμενος στὸ Βυζάντιο, ἀφοῦ ἐχειροτόνησε τὸν Στάχυ Ἐπίσκοπο κατευθύνθηκε πρὸς τὴν νότια Ἑλλάδα, ὅπου κατέληξε στὴν Πάτρα. Ἐκεῖ φιλοξενήθηκε σὲ κάποιον Σώσιο, τὸν ὁποῖο ἐθεράπευσε ἀπὸ βαριὰ ἀσθένεια, ποὺ ἔπασχε. Γιὰ τὸν λόγο αὐτὸ ἐπίστευσαν στὸ Χριστὸ αὐτὸς καὶ ὅλη ἡ πόλη τῶν Πατρῶν. Ἐπίσης μετὰ τὴν θεραπεία τῆς γυναίκας τοῦ ἀνθύπατου τῆς πόλεως ἀπὸ βαριὰ ἀσθένεια, ἐπίστευσε αὐτή, ὁ ἀδελφὸς τοῦ ἀνθύπατου καὶ κάποιος σοφὸς Στρατοκλῆς. Ἀλλὰ καὶ πολλοὶ πάσχοντες ἀπὸ διάφορες ἀσθένειες ἔγιναν ὑγιεῖς μὲ τὴν ἐπίθεση τοῦ χεριοῦ τοῦ Ἀποστόλου στὴ κεφαλή τους. Ὅταν ἔμαθε ὁ εἰδωλολάτρης ἀνθύπατος τὴν ἐπιτυχία τοῦ κηρύγματος τοῦ Ἀποστόλου τὸν καταδίκασε σὲ σταυρικὸ θάνατο καὶ μάλιστα καρφώνοντάς τον ἀνάποδα στὸ σταυρό. Τὸ ἱερὸ Λείψανο τοῦ Ἀποστόλου Ἀνδρέα μετατέθηκε στὴν Κωνσταντινούπολη κατὰ τὴν ἐποχὴ τοῦ υἱοῦ τοῦ Μεγάλου Κωνσταντίνου, ὅπου ἐναποτέθηκε στὸν περίφημο Ἱερό Ναὸ τῶν Ἁγίων Ἀποστόλων.