ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Τετάρτη 25 Νοεμβρίου 2020

Η ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΑΙΚΑΤΕΡΙΝΗ

 25 Νοεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. γ’ 23 – δ’ 5

     Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ, προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι᾿ ὃ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι. Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Τὰ κατ᾿ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ᾧδε.

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. ε’ 24-34

     Ἀπῆλθε μετ᾿ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων; καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις τίς μου ἥψατο; καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΑΙΚΑΤΕΡΙΝΗ

      Στίς 25 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῆς μεγαλομάρτυρος τοῦ Χριστοῦ Αἰκατερίνης, ἡ ὁποία καταγόταν ἀπὸ τὴν Ἀλεξάνδρεια καὶ ἔζησε τὸν 4ο αἰώνα. Ἡ Αἰκατερίνη διέθετε ἀσυνήθιστα σωματικὰ καὶ πνευματικὰ χαρίσματα. Ἦταν φιλομαθής, ἀλλὰ καὶ θερμὴ στὴ διάδοση τῆς χριστιανικῆς θρησκείας. Συγχρόνως τολμηρὴ καὶ ἀποφασιστικὴ. Παρακολουθοῦσε τοὺς διωγμοὺς τῶν χριστιανῶν καὶ δὲν δίστασε καὶ ἡ ἴδια νὰ παρουσιαστεῖ ἐνώπιον τοῦ ἐπάρχου, νὰ τὸν ἐλέγξει γιὰ τὴ σκληρή του στάση ἀπέναντι τῶν χριστιανῶν, ἀλλὰ νὰ ὁμολογήσει καὶ ἡ ἴδια ὅτι εἶναι χριστιανή. Ἀμέσως ἄρχισαν τὰ βασανιστήρια. Δίκες, καταδίκες, ἀγριότητες. Στὴ φυλακὴ τὴν ἐπισκέφθηκε ἡ γυναίκα τοῦ ἐπάρχου καὶ ἕνας στρατηγός, γιὰ νὰ τὴν πείσουν νὰ ἀρνηθεῖ τὴν πίστη της στὸ Χριστό. Συνέβη ὅμως ἀκριβῶς τὸ ἀντίθετο: Ἔγιναν ἐκεῖνοι χριστιανοί. Ἡ ἁγία Αἰκατερίνη δέχθηκε τὸν δι᾽ ἀποκεφαλισμοῦ μαρτυρικὸ θάνατο. Τὸ ἱερό της λείψανο μεταφέρθηκε ἀργότερα στὸ μοναστήρι τοῦ Θεοβαδίστου Ὄρους.
Τὸ ἀπολυτίκιο τῆς ἁγίας ἀναφέρει:
«Τὴν πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερῖναν τὴν θείαν, καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν· ὅτι ἐφίμωσε λαμπρῶς, τοὺς κομψοὺς τῶν ἀσεβῶν, τοῦ Πνεύματος τῇ δυνάμει· καὶ νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος».
Πρωτ. Δ.Δ.Τ.