ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Πέμπτη 29 Οκτωβρίου 2020

ΑΓΙΑ ΑΝΑΣΤΑΣΙΑ Η ΡΩΜΑΙΑ

29 Ὀκτωβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Κλσ. α’ 24-β’ 1

Νῦν χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία, ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ, τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, ηξοἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης· ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ· εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει. Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί.

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ια’ 14-23

Καὶ ἦν ἐκβάλλων δαιμόνιον, καὶ αὐτὸ ἦν κωφόν· ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμαζον οἱ ὄχλοι· τινὲς δὲ ἐξ αὐτῶν εἶπον· ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. ἕτεροι δὲ πειράζοντες σημεῖον παρ᾿ αὐτοῦ ἐζήτουν ἐξ οὐρανοῦ. αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς· πᾶσα βασιλεία ἐφ᾿ ἑαυτὴν διαμερισθεῖσα, ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον, πίπτει. εἰ δὲ καὶ ὁ σατανᾶς ἐφ᾿ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ, ὅτι λέγετε ἐν Βεελζεβούλ με ἐκβάλλειν τὰ δαιμόνια; εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; διὰ τοῦτο αὐτοὶ κριταὶ ὑμῶν ἔσονται. εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶ τὰ ὑπάρχοντα αὐτοῦ· ἐπὰν δὲ ὁ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει, ἐφ᾿ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν. ὁ μὴ ὢν μετ᾿ ἐμοῦ κατ᾿ ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ᾿ ἐμοῦ σκορπίζει.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΑ ΑΝΑΣΤΑΣΙΑ Η ΡΩΜΑΙΑ

Στίς 29 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῆς Ὁσιομάρτυρος Ἀναστασίας, ἡ ὁποία καταγόταν ἀπὸ τὴ Ρώμη καὶ ἔζησε τὸν 3ο αἰώνα. Ὅταν ἀπέθαναν οἱ γονεῖς της, ἡ Ἀναστασία βρέθηκε κληρονόμος μεγάλης περιουσίας, τὴν ὁποία μοίρασε στοὺς φτωχοὺς καὶ ἀποσύρθηκε σὲ γυναικεῖο μοναστήρι. Ὅταν ὁ Διοκλητιανὸς κήρυξε διωγμὸ κατὰ τῶν χριστιανῶν, ἡ Ἀναστασία συνελήφθη ἀπὸ τὸν ἡγεμόνα Πρόβο καὶ ἄρχισαν οἱ διασυρμοὶ καὶ τὰ βασανιστήρια. Ἡ Ἀναστασία στάθηκε ὄρθια, ἀψηφώντας ἀπειλὲς καὶ ἐκβιασμούς. Τελικὰ «ὁ Πρόβος διέταξε νὰ προσδέσωσι τὴν Ἀναστασίαν εἰς τὸν τροχόν. Καὶ ὁ τροχὸς ἐστράφη καὶ τὰ μέλη της κατεκόπτοντο καὶ τὰ ὀστᾶ της ἐθραύοντο• ἀλλ᾽ ἐκείνη παρέμενεν ἀκεραία καὶ ἄθραυστος εἰς τὴν πιστὴν καὶ γενναίαν ψυχήν της. Καὶ ὅτε τὴν ἀφῆκαν ἀπὸ τοὺς τροχούς, χαμαὶ κατακειμένη καὶ περίρρυτος ἐξ αἱμάτων ἐξηκολούθει νὰ φωνάζῃ• «εἶμαι χριστιανή”». Ἡ Ἀναστασία ἔλαβε τὸ διὰ ξίφους θάνατο.
Τὸ ἀπολυτίκιο τῆς Ἁγίας ἀναφέρει:
«Ἀσκήσει ἐκλάμψασα, ὥσπερ παρθένος σεμνή, ἀθλήσεως αἵμασι, τὴν τῆς ἁγνείας στολήν, ἐνθέως ἐφοίνιξας• ὅθεν Ἀναστασία, ὡς Ὁσία καὶ Μάρτυς, χάριτας ἰαμάτων, ἀπαστράπτεις ἐν κόσμῳ, πρεσβεύουσα τῷ Σωτῆρι, ὑπὲρ τῶν ψυχῶν ἡμῶν».
Πρωτ. Δ.Δ.Τ.