ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Κυριακή 25 Οκτωβρίου 2020

ΑΓΙΟΙ ΜΑΡΚΙΑΝΟΣ ΚΑΙ ΜΑΡΤΥΡΙΟΣ

 25 Ὀκτωβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. α’ 11-19

Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾿ ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὔτε ἐδιδάχθην, ἀλλὰ δι᾿ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ᾿ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν, καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε· ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. η’ 27-39

Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν. ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπε· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς. παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαῤῥήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους. ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· τί σοί ἐστιν ὄνομα; ὁ δὲ εἶπε· λεγεών· ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν· καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ᾿ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν. ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ᾿ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν. ἐδέετο δὲ αὐτοῦ ὁ ἀνήρ, ἀφ᾿ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ· ἀπέλυσε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. καὶ ἀπῆλθε καθ᾿ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΙ ΜΑΡΚΙΑΝΟΣ ΚΑΙ ΜΑΡΤΥΡΙΟΣ

Οἱ Ἃγιοι Μαρκιανός καί Μαρτύριος ἦταν νοτάριοι καί γραμματικοί τοῦ Ἁγίου Παύλου τοῦ ὁμολογητοῦ, πατριάρχου Κωνσταντινουπόλεως ἐν ἔτει 337. Ἒλαμπαν παντοῦ ἡ εὐλάβεια καί ἡ σεμνότητά τους. Ὃταν ὁ Ἃγιος Παύλος ἐξορίστηκε στήν Ἀρμενία, ὃπου καί μαρτύρησε, οἱ ἃγιοι αὐτοί νοτάριοι ἒλεγχαν θαρραλέα τούς αἱρετικούς καί διακήρυταν ὃτι ὁ Υἱός εἶναι ὁμοούσιος τοῦ Πατρός. Ἐξ’ αἰτίας τῆς ὁμολογίας τους θανατώθηκαν μέ μαχαίρι καί ἐτάφησαν σέ μία πύλη της Κωνσταντινουπόλεως. Ἀργότερα δέ, ὁ Ἃγιος Ἰωάννης ὁ Χρυσόστομος ἒκτισε ναό στό ὂνομά τους.

ΑΓΙΟΣ ΑΝΑΣΤΑΣΙΟΣ

Στίς 25 Ὀκτωβρίου ἡ Ἐκκλησία τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος Ἀναστασίου. Ὁ ἅγιος Ἀναστάσιος παρουσιάσθηκε μέ τήν θέλησή του στούς εἰδωλολάτρες καί ὁμολόγησε μέ παρρησία ὅτι εἶναι χριστιανός καί ὅτι ὁ Χριστός εἶναι ὁ μόνος ἀληθινός Θεός καί δημιουργός τοῦ παντός. Βλέποντας οἱ ἐθνικοί τό ἀνδρεῖο φρόνημά του καί ἀφοῦ βεβαιώθηκαν ὅτι ὁ στρατιώτης τοῦ Χριστοῦ εἶναι ἀμετακίνητος στήν πίστη τοῦ Χριστοῦ τόν ἀποκεφάλισαν καί ἔρριξαν τό τίμιο λείψανό του στήν θάλασσα. Ἀπό ἐκεῖ τό περισυνέλεξε μία εὐσεβής χριστιανή, ἡ ὁποία, ἀφοῦ τό τύλιξε μέ σενδόνια καί τό ἄλειψε μέ μύρο, τό ἐνταφίασε σέ εὐκτήρια οἶκο ἀφιερωμένο στό ὄνομα τοῦ μάρτυρος, τό ὁποῖο μέ τήν χάρη τοῦ Θεοῦ ἔγινε πηγή ἰάσεων καί θαυμάτων.