ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Παρασκευή 30 Οκτωβρίου 2020

ΟΙ ΑΓΙΟΙ ΖΗΝΟΒΙΟΣ ΚΑΙ ΖΗΝΟΒΙΑ

 30 Ὀκτωβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Κλσ. β’ 1-7

Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί, ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, συμβιβασθέντων ἐν ἀγάπῃ καὶ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ καὶ πατρὸς καὶ τοῦ Χριστοῦ, ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Τοῦτο δὲ λέγω ἵνα μή τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ· εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν. Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε, ἐῤῥιζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ βεβαιούμενοι ἐν τῇ πίστει καθὼς ἐδιδάχθητε, περισσεύοντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ.

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ια’ 23-26

Ὁ μὴ ὢν μετ᾿ ἐμοῦ κατ᾿ ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ᾿ ἐμοῦ σκορπίζει. Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾿ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ μὴ εὑρίσκον λέγει· ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον. τότε πορεύεται καὶ παραλαμβάνει ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΙ ΑΓΙΟΙ ΖΗΝΟΒΙΟΣ ΚΑΙ ΖΗΝΟΒΙΑ

Στὶς 30 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τή μνήμη τῶν μαρτύρων Ζηνοβίου καί Ζηνοβίας, οἱ ὁποῖοι ἦταν ἀδελφοί καί κατάγονταν ἀπό τίς Αἰγές τῆς Κιλικίας. Ἔζησαν τόν 3ο αἰώνα μ.Χ.. Οἱ δύο ἀδελφοί, ἐλεύθεροι ἀπό βιοτικές μέριμνες, γιατί εἶχαν πατρική περιουσία, ἐπιδόθηκαν στή φιλανθρωπία καί τήν ἔμπρακτη ἀγάπη πρός τόν πλησίον. Συγχρόνως μιλοῦσαν γιά τή θρησκεία τοῦ Ἰησοῦ Χριστοῦ καί γιά τήν πλάνη τῆς λατρείας τῶν εἰδώλων. Ὁ Ζηνόβιος ἦταν καί ἰατρός καί προσέφερε δωρεάν ὑπηρεσίες στούς ἀσθενεῖς. Τά ἀποτελέσματα ἦταν θαυμαστά. Πολλοί εἰδωλολάτρες γίνονταν χριστιανοί, γεγονός πού ἐνοχλοῦσε τούς ἄρχοντες. Ὁ ἔπαρχος Λυσίας συνέλαβε τόν Ζηνόβιο καί προσπάθησε νά τόν πείσει νά γίνει εἰδωλολάτρης. ᾽Εκεῖνος ἀρνήθηκε καί ἄρχισαν τά φρικτά βασανιστήρια. Καί ἡ ἀδελφή του Ζηνοβία ὁμολόγησε ἐνώπιον τοῦ λαοῦ τήν πίστη της στό Χριστό. Καί τά δύο ἀδέλφια καταδικάστηκαν στόν δι᾽ ἀποκεφαλισμοῦ θάνατο.
Τὸ κοντάκιο τῶν ἁγίων ἀναφέρει:
«Ὡς θεῖοι αὐτάδελφοι, ὁμονοοῦντες καλῶς, Ζηνόβιε ἔνδοξε, καί Ζηνοβία σεμνή, συμφώνως ἠθλήσατε•ὅθεν καί τῶν στεφάνων, τῶν ἀφθάρτων τυχόντες, δόξης ἀκαταλύτου, ἠξιώθητε ἅμα, ἐκλάμποντες τοῖς ἐν κόσμῳ, χάριν ἰάσεων».
Πρωτ. Δ.Δ.Τ.