ΙΧΘΥΣ: Ιησούς Χριστός Θεού Υιός Σωτήρ

Παρασκευή 2 Οκτωβρίου 2020

ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΓΕΩΡΓΙΟΣ ΕΚ ΦΙΛΑΔΕΛΦΕΙΑΣ

2 Ὀκτωβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

 Α’ Τιμ. α’ 12-17

Καὶ χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καί ὑβριστήν· ἀλλ᾿ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ, ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾿ αὐτῷ εἰς ζωὴν αἰώνιον. Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

  ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

 Λκ. ς’ 17-23

Καὶ καταβὰς μετ᾿ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΓΕΩΡΓΙΟΣ ΕΚ ΦΙΛΑΔΕΛΦΕΙΑΣ

Στίς 2 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου Νεομάρτυρος Γεωργίου τοῦ ἐκ Φιλαδελφείας. Ὁ ἅγιος Γεώργιος ἦταν γιός εὐσεβῶν χριστιανῶν. Ὅταν μεγάλωσε πῆγε στήν Καρατζασού, ὅπου ἐξασκοῦσε τήν τέχνη τοῦ ἀμπατζῆ. Κάποια νύκτα καί ἐνῶ γλένταγε, ἕνας ἀπό τήν παρέα του, ἐπειδή ἦταν μεθυσμένος σκοτώθηκε πέφτοντας ἀπό μεγάλο γκρεμό. Γιά τόν λόγο αὐτό, ὅπως ἦταν συνήθεια ὁ τοῦρκος ἄρχοντας ζήτησε τό ἀνάλογο πρόστιμο. Ὁ Γεώργιος ὅμως ἐναντιώθηκε καί μέ πολύ θυμό, εἶπε ὅτι «Ἔχεις φιρμάνι, ὅταν σκοτώνονται οἱ γκιαούρηδες νά πληρώνουν οἱ τοῦρκοι τζερεμέ;» καί τυφλωμένος ἀπό τόν θυμό ὁμολόγησε ὅτι εἶναι τοῦρκος. Μετά ὅμως ἀπό λίγες ἡμέρες ἦλθε στά συγκαλά του καί ἔφυγε γιά τό ἍγιοὌρος, ὅπου παρέμεινε ἀρκετά χρόνια καί ἀγωνιζόταν, γιά νά βρῆ ἔλεος ἀπό τόν Θεό γιά τήν ἁμαρτία του. Ὅμως ἡ συνείδησή του τόν τυραννοῦσε γιά αὐτό, ἀφοῦ πῆρε τήν εὐλογία τῶν πνευματικῶν του γύρισε στήν Καρατζασού, γιά νά ὁμολογήση δημόσια τήν πίστη του. Βλέποντάς τον οἱ τοῦρκοι τόν συνέλαβαν καί τόν ὁδήγησαν στόν δικαστή, ὅπου μέ πολλή παρρησία ὁμολόγησε ὁ Γεώργιος τήν ἀνωτερότητα τῆς χριστιανικῆς πίστης. Ἔτσι ὁ δικαστής, ἀφοῦ προσπάθησε μέ τό καλό νά τόν πείση νά μεταβάλη τήν γνώμη του, βλέποντας ὅμως τήν σταθερότητά του διέταξε νά τόν βασανίσουν. Τότε οἱ βασανιστές τόν ὑπέβαλαν σέ φρικτά βασανιστήρια, ὁ γενναῖος ὅμως στρατιώτης τοῦ Χριστοῦ ἄν καί μισοπεθαμένος ὁμολογοῦσε μέ θάρρος τήν πίστη του, καί τελικά τόν ἀποκεφάλισαν. Ὁ μακάριος Γεώργιος ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου τήν Δευτέρα στίς 2 Ὀκτωβρίου τοῦ 1794 καί ἀξιώθηκε τῆς οὐρανίου βασιλείας.

orthodoxostypos